Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.145 Joseph. AJ 19.151 (English) >>Joseph. AJ 19.156

19.148ἤδη δὲ καὶ Στήλας Ἀρούντιος παρῆν ἀνακαλῶν τοὺς Γερμανοὺς καὶ οἱ χιλίαρχοι σὺν αὐτῷ κελεύοντες κατατίθεσθαι τὸν σίδηρον καὶ διασαφοῦντες Γαΐου τὴν τελευτήν. 19.149τοῦτο καὶ σαφέστατα ἔσωσεν τοὺς ἐν τῷ θεάτρῳ συνειλεγμένους καὶ πάντας, οἳ καὶ ὁπωσοῦν τοῖς Γερμανοῖς περιτύχοιεν· ἐλπίδος γὰρ αὐτοῖς παραγενομένης ἔμπνουν κεῖσθαι τὸν Γάιον οὐκ ἔσθʼ οὗτινος κακῶν ἂν ἀπέσχοντο. 19.150τοσόνδε ἐπερίσσευσεν αὐτοῖς εὐνοίας τῆς πρὸς αὐτόν, ὡς κἂν μετὰ τοῦ καθʼ αὑτοὺς ἀπολουμένου τῆς ψυχῆς κτήσασθαι τὸ ἀνεπιβούλευτον αὐτῷ καὶ τοσαύτῃ δυστυχίᾳ συνεσόμενον. 19.151παύονται δὲ τοῦ ὠργηκότος εἰς τὴν τιμωρίαν μαθήσεως σαφοῦς παραγενομένης αὐτοῖς ἐπὶ τῇ τελευτῇ, διά τε τὸ εἰς ἀχρεῖον ἐπιδείξεσθαι τὸ πρόθυμον τῆς εὐνοίας, ὃς ἀμείψαιτο αὐτοὺς ἀπολωλότος, καὶ δέει, μὴ καὶ περαιτέρω τῇ ὕβρει χρωμένων ἐπιστροφὴ γένοιτο ὑπὸ τῆς βουλῆς, εἴπερ εἰς ἐκείνην περισταίη τὸ κράτος, ὑπὸ τοῦ ἐπικαταστάντος ἄρχοντος. 19.152καὶ Γερμανοὶ εἰ καὶ μόλις, ἀλλʼ οὖν ἐπαύσαντο λύσσης τῆς ἐπὶ Γαΐου τῷ θανάτῳ καταλαμβανομένης αὐτούς. 19.153

Χαιρέας δέ, σφόδρα γὰρ περὶ Μινουκιανῷ ἔδεισε, μὴ διαφθαρείη μανίᾳ τῶν Γερμανῶν περιπεσών, ἕκαστόν τε τῶν στρατιωτῶν μετῄει προμηθεῖσθαι τῆς σωτηρίας αὐτοῦ δεόμενος καὶ μὴ ἀπολώλοι πολλὴν ἐξέτασιν ποιούμενος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.145 Joseph. AJ 19.151 (English) >>Joseph. AJ 19.156

Powered by PhiloLogic